Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.170 Dem. 18.173 (English) >>Dem. 18.176

18.172ἀλλʼ, ὡς ἔοικεν, ἐκεῖνος καιρὸς καὶ ἡμέρα ʼκείνη οὐ μόνον εὔνουν καὶ πλούσιον ἄνδρʼ ἐκάλει, ἀλλὰ καὶ παρηκολουθηκότα τοῖς πράγμασιν ἐξ ἀρχῆς, καὶ συλλελογισμένον ὀρθῶς τίνος εἵνεκα ταῦτʼ ἔπραττεν Φίλιππος καὶ τί βουλόμενος· γὰρ μὴ ταῦτʼ εἰδὼς μηδʼ ἐξητακὼς πόρρωθεν, οὔτʼ εἰ εὔνους ἦν οὔτʼ εἰ πλούσιος, οὐδὲν μᾶλλον ἔμελλʼ τι χρὴ ποιεῖν εἴσεσθαι οὐδʼ ὑμῖν ἕξειν συμβουλεύειν. 18.173ἐφάνην τοίνυν οὗτος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐγὼ καὶ παρελθὼν εἶπον εἰς ὑμᾶς, μου δυοῖν εἵνεκʼ ἀκούσατε προσσχόντες τὸν νοῦν, ἑνὸς μέν, ἵνʼ εἰδῆθʼ ὅτι μόνος τῶν λεγόντων καὶ πολιτευομένων ἐγὼ τὴν τῆς εὐνοίας τάξιν ἐν τοῖς δεινοῖς οὐκ ἔλιπον, ἀλλὰ καὶ λέγων καὶ γράφων ἐξηταζόμην τὰ δέονθʼ ὑπὲρ ὑμῶν ἐν αὐτοῖς τοῖς φοβεροῖς, ἑτέρου δέ, ὅτι μικρὸν ἀναλώσαντες χρόνον πολλῷ πρὸς τὰ λοιπὰ τῆς πάσης πολιτείας ἔσεσθʼ ἐμπειρότεροι. 18.174εἶπον τοίνυν ὅτιτοὺς μὲν ὡς ὑπαρχόντων Θηβαίων Φιλίππῳ λίαν θορυβουμένους ἀγνοεῖν τὰ παρόντα πράγμαθʼ ἡγοῦμαι· εὖ γὰρ οἶδʼ ὅτι, εἰ τοῦθʼ οὕτως ἐτύγχανεν ἔχον, οὐκ ἂν αὐτὸν ἠκούομεν ἐν Ἐλατείᾳ ὄντα, ἀλλʼ ἐπὶ τοῖς ἡμετέροις ὁρίοις. ὅτι μέντοι ἵνʼ ἕτοιμα ποιήσηται τἀν Θήβαις ἥκει, σαφῶς ἐπίσταμαι. ὡς δʼ ἔχειἔφηνταῦτα, ἀκούσατέ μου.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.170 Dem. 18.173 (English) >>Dem. 18.176

Powered by PhiloLogic